θρῆνοι δὲ καὶ ταφαί σφεων εἰσὶ αἵδε · τοῖσι ἂν ἀπογένηται ἐκ τῶν οἰκίων ἄνθρωπος τοῦ τις καὶ λόγος ᾖ , τὸ θῆλυ γένος πᾶν τὸ ἐκ τῶν οἰκίων τούτων κατʼ ὦν ἐπλάσατο τὴν κεφαλὴν πηλῷ ἢ καὶ τὸ πρόσωπον , κἄπειτα ἐν τοῖσι οἰκίοισι λιποῦσαι τὸν νεκρὸν αὐταὶ ἀνὰ τὴν πόλιν στρωφώμεναι τύπτονται ἐπεζωσμέναι καὶ φαίνουσαι τοὺς μαζούς , σὺν δέ σφι αἱ προσήκουσαι πᾶσαι ,
ἑτέρωθεν δὲ οἱ ἄνδρες , τύπτονται ἐπεζωμένοι καὶ οὗτοι . ἐπεὰν δὲ ταῦτα ποιήσωσι , οὕτω ἐς τὴν ταρίχευσιν κομίζουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.