μαρτυρέει δέ μοι τῇ γνώμῃ , ὅτι τοσαύτη ἐστὶ Αἴγυπτος ὅσην τινὰ ἐγὼ ἀποδείκνυμι τῷ λόγῳ , καὶ τὸ Ἄμμωνος χρηστήριον γενόμενον · τὸ ἐγὼ τῆς ἐμεωυτοῦ γνώμης ὕστερον περὶ Αἴγυπτον ἐπυθόμην .
οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος , οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ , αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱρὰ θρησκηίῃ , βουλόμενοι θηλέων βοῶν μὴ ἔργεσθαι , ἔπεμψαν ἐς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι · οἰκέειν τε γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐδὲν ὁμολογέειν αὐτοῖσι , βούλεσθαί τε πάντων σφίσι ἐξεῖναι γεύεσθαι . ὁ
δὲ θεός σφεας οὐκ ἔα ποιέειν ταῦτα , φὰς Αἴγυπτον εἶναι ταύτην τὴν ὁ Νεῖλος ἐπιὼν ἄρδει , καὶ Αἰγυπτίους εἶναι τούτους οἳ ἔνερθε Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσι . οὕτω σφι ταῦτα ἐχρήσθη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.