Κύπριοι δὲ ἐθελονταί σφι πάντες προσεγένοντο πλὴν Ἀμαθουσίων · ἀπέστησαν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων . ἦν Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸς νεώτερος , Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ Εὐέλθοντος παῖς .
οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον τὸν Γόργον παρηγορέετο ἀπίστασθαι ἀπὸ βασιλέος , τότε δέ , ὡς καὶ τοὺς Ἴωνας ἐπύθετο ἀπεστάναι , πάγχυ ἐπικείμενος ἐνῆγε · ὡς δὲ οὐκ ἔπειθε τὸν Γόργον , ἐνθαῦτά μιν φυλάξας ἐξελθόντα τὸ ἄστυ τὸ Σαλαμινίων ὁ Ὀνήσιλος ἅμα τοῖσι ἑωυτοῦ στασιώτῃσι ἀπεκλήισε τῶν πυλέων . Γόργος
μὲν δὴ στερηθεὶς τῆς πόλιος ἔφευγε ἐς Μήδους , Ὀνήσιλος δὲ ἦρχε Σαλαμῖνος καὶ ἀνέπειθε πάντας Κυπρίους συναπίστασθαι . τοὺς μὲν δὴ ἄλλους ἀνέπεισε , Ἀμαθουσίους δὲ οὐ βουλομένους οἱ πείθεσθαι ἐπολιόρκεε προσκατήμενος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.