Θεσσαλοὶ δὲ ὑπὸ ἀναγκαίης τὸ πρῶτον ἐμήδισαν , ὡς διέδεξαν , ὅτι οὔ σφι ἥνδανε τὰ οἱ Ἀλευάδαι ἐμηχανῶντο . ἐπείτε γὰρ ἐπύθοντο τάχιστα μέλλοντα διαβαίνειν τὸν Πέρσην ἐς τὴν Εὐρώπην , πέμπουσι ἐς τὸν Ἰσθμὸν ἀγγέλους · ἐν δὲ τῷ Ἰσθμῷ ἦσαν ἁλισμένοι πρόβουλοι τῆς Ἑλλάδος ἀραιρημένοι ἀπὸ τῶν πολίων τῶν τὰ ἀμείνω φρονεουσέων περὶ τὴν Ἑλλάδα .
ἀπικόμενοι δὲ ἐπὶ τούτους τῶν Θεσσαλῶν οἱ ἄγγελοι ἔλεγον · Ἄνδρες Ἕλληνες , δεῖ φυλάσσεσθαι τὴν ἐσβολὴν τὴν Ὀλυμπικήν , ἵνα Θεσσαλίη τε καὶ ἡ σύμπασα ᾖ Ἑλλὰς ἐν σκέπῃ τοῦ πολέμου . ἡμεῖς μέν νυν ἕτοιμοι εἰμὲν συμφυλάσσειν , πέμπειν δὲ χρὴ καὶ ὑμέας στρατιὴν πολλήν , ὡς , εἰ μὴ πέμψετε , ἐπίστασθε ἡμέας ὁμολογήσειν τῷ Πέρσῃ · οὐ γάρ τι προκατημένους τοσοῦτο πρὸ τῆς ἄλλης Ἑλλάδος μούνους πρὸ ὑμέων δεῖ ἀπολέσθαι .
δὲ οὐ βουλόμενοι ἀναγκαίην ἡμῖν οὐδεμίαν οἷοί τε ἐστὲ προσφέρειν · οὐδαμὰ γὰρ ἀδυνασίης ἀνάγκη κρέσσων ἔφυ . ἡμεῖς δὲ πειρησόμεθα αὐτοί τινα σωτηρίην μηχανώμενοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.