πανηγυρίζουσι δὲ Αἰγύπτιοι οὐκ ἅπαξ τοῦ ἐνιαυτοῦ , πανηγύρις δὲ συχνάς , μάλιστα μὲν καὶ προθυμότατα ἐς Βούβαστιν πόλιν τῇ Ἀρτέμιδι , δεύτερα δὲ ἐς Βούσιριν πόλιν τῇ Ἴσι ·
ἐν ταύτῃ γὰρ δὴ τῇ πόλι ἐστὶ μέγιστον Ἴσιος ἱρόν , ἵδρυται δὲ ἡ πόλις αὕτη τῆς Αἰγύπτου ἐν μέσῳ τῷ Δέλτα · Ἶσις δὲ ἐστὶ κατὰ τὴν Ἑλλήνων γλῶσσαν Δημήτηρ . τρίτα
δὲ ἐς Σάιν πόλιν τῇ Ἀθηναίῃ πανηγυρίζουσι , τέταρτα δὲ ἐς Ἡλίου πόλιν τῷ Ἡλίω , πέμπτα δὲ ἐς Βουτοῦν πόλιν τῇ Λητοῖ , ἕκτα δὲ ἐς Πάπρημιν πόλιν τῷ Ἄρεϊ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.