εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα ταῦτα , καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην , ἥτις νῦν ἀπὸ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχε .
τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων , ἀντίον δὲ Σαμοθρηίκης , ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι . τοῦτο μέν νυν ἐστὶ τοιοῦτον . οἱ δὲ Θάσιοι τῷ βασιλέι κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς νέας τὰς πάσας ἐκόμισαν ἐς Ἄβδηρα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.