ἔμαθον δὲ σφέας οἱ Φωκέες ὧδε ἀναβεβηκότας · ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον . ἦν μὲν δὴ νηνεμίη , ψόφου δὲ γινομένου πολλοῦ , ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί , ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα , καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν .
ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα , ἐν θώματι ἐγένοντο · ἐλπόμενοι γὰρ οὐδένα σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ . ἐνθαῦτα Ὑδάρνης καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι , εἴρετο Ἐπιάλτην ὁποδαπὸς εἴη ὁ στρατός , πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην . οἱ
δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι , οἴχοντο φεύγοντες ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον , ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν , καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι . οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον , οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο , οἳ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.