πλεῦνος δὲ αἰεὶ γινομένου τοῦ ἐπιφοιτέοντος , οἷα πυνθανομένων τὰς δίκας ἀποβαίνειν κατὰ τὸ ἐόν , γνοὺς ὁ Δηιόκης ἐς ἑωυτὸν πᾶν ἀνακείμενον οὔτε κατίζειν ἔτι ἤθελε ἔνθα περ πρότερον προκατίζων ἐδίκαζε , οὔτʼ ἔφη δίκαν ἔτι · οὐ γὰρ οἱ λυσιτελέειν τῶν ἑωυτοῦ ἐξημεληκότα τοῖσι πέλας διʼ ἡμέρης δικάζειν .
ἐούσης ὦν ἁρπαγῆς καὶ ἀνομίης ἔτι πολλῷ μᾶλλον ἀνὰ τὰς κώμας ἢ πρότερον ἦν , συνελέχθησαν οἱ Μῆδοι ἐς τὠυτὸ καὶ ἐδίδοσαν σφίσι λόγον , λέγοντες περὶ τῶν κατηκόντων . ὡς δʼ ἐγὼ δοκέω , μάλιστα ἔλεγον οἱ τοῦ Δηιόκεω φίλοι οὐ
γὰρ δὴ τρόπῳ τῷ παρεόντι χρεώμενοι δυνατοὶ εἰμὲν οἰκέειν τὴν χώρην , φέρε στήσωμεν ἡμέων αὐτῶν βασιλέα · καὶ οὕτω ἥ τε χώρη εὐνομήσεται καὶ αὐτοὶ πρὸς ἔργα τρεψόμεθα , οὐδὲ ὑπʼ ἀνομίης ἀνάστατοι ἐσόμεθα . ταῦτά κῃ λέγοντες πείθουσι ἑωυτοὺς βασιλεύεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.