Δαρεῖός τε δὴ ὁ Ὑστάσπεος βασιλεὺς ἀπεδέδεκτο , καί οἱ ἦσαν ἐν τῇ Ἀσίῃ πάντες κατήκοοι πλὴν Ἀραβίων , Κύρου τε καταστρεψαμένου καὶ ὕστερον αὖτις Καμβύσεω . Ἀράβιοι δὲ οὐδαμὰ κατήκουσαν ἐπὶ δουλοσύνῃ Πέρσῃσι , ἀλλὰ ξεῖνοι ἐγένοντο παρέντες Καμβύσεα ἐπʼ Αἴγυπτον · ἀεκόντων γὰρ Ἀραβίων οὐκ ἂν ἐσβάλοιεν Πέρσαι ἐς Αἴγυπτον .
γάμους τε τοὺς πρώτους ἐγάμεε Πέρσῃσι ὁ Δαρεῖος , Κύρου μὲν δύο θυγατέρας Ἄτοσσάν τε καὶ Ἀρτυστώνην , τὴν μὲν Ἄτοσσαν προσυνοικήσασαν Καμβύσῃ τε τῷ ἀδελφεῷ καὶ αὖτις τῷ Μάγῳ , τὴν δὲ Ἀρτυστώνην παρθένον · ἑτέρην
δὲ Σμέρδιος τοῦ Κύρου θυγατέρα ἔγημε , τῇ οὔνομα ἦν Πάρμυς · ἔσχε δὲ καὶ τὴν τοῦ Ὀτάνεω θυγατέρα , ἣ τὸν Μάγον κατάδηλον ἐποίησε · δυνάμιός τε πάντα οἱ ἐπιμπλέατο . πρῶτον μέν νυν τύπον ποιησάμενος λίθινον ἔστησε · ζῷον δέ οἱ ἐνῆν ἀνὴρ ἱππεύς , ἐπέγραψε δὲ γράμματα λέγοντα τάδε · Δαρεῖος ὁ Ὑστάσπεος σύν τε τοῦ ἵππου τῇ ἀρετῇ τὸ οὔνομα λέγων καὶ Οἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων βασιληίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.