τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδε σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται · ἐπειδὰν ἀποδείρωσι τὰ ἱρήια , γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν , ἔπειτα ἐσβάλλουσι , ἢν μὲν τύχωσι ἔχοντες , ἐς λέβητας ἐπιχωρίους , μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους , χωρὶς ἢ ὅτι πολλῷ μέζονας · ἐς τούτους ἐσβάλλοντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων . ἢν δὲ μή σφι παρῇ ὁ λέβης , οἳ δὲ ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐσβάλλοντες τὰ κρέα πάντα καὶ παραμίξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα · τὰ
δὲ αἴθεται κάλλιστα , αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων · καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον . ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα , ὁ θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος ῥίπτει ἐς τὸ ἔμπροσθε . θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.