ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα ἡ Τόμυρις κήρυκα ἔλεγε τάδε . ὦ βασιλεῦ Μήδων , παῦσαι σπεύδων τὰ σπεύδεις · οὐ γὰρ ἂν εἰδείης εἴ τοι ἐς καιρὸν ἔσται ταῦτα τελεόμενα · παυσάμενος δὲ βασίλευε τῶν σεωυτοῦ , καὶ ἡμέας ἀνέχευ ὁρέων ἄρχοντας τῶν περ ἄρχομεν .
οὔκων ἐθελήσεις ὑποθήκῃσι τῇσιδε χρᾶσθαι , ἀλλὰ πάντως μᾶλλον ἢ διʼ ἡσυχίης εἶναι · σὺ δὴ εἰ μεγάλως προθυμέαι Μασσαγετέων πειρηθῆναι , φέρε μόχθον μὲν τὸν ἔχεις ζευγνὺς τὸν ποταμὸν ἄπες , σὺ δὲ ἡμέων ἀναχωρησάντων ἀπὸ τοῦ ποταμοῦ τριῶν ἡμερέων ὁδὸν διάβαινε ἐς τὴν ἡμετέρην ·
εἰ δʼ ἡμέας βούλεαι ἐσδέξασθαι μᾶλλον ἐς τὴν ὑμετέρην , σὺ τὠυτὸ τοῦτο ποίεε . ταῦτα δὲ ἀκούσας ὁ Κῦρος συνεκάλεσε Περσέων τοὺς πρώτους , συναγείρας δὲ τούτους ἐς μέσον σφι προετίθεε τὸ πρῆγμα , συμβουλευόμενος ὁκότερα ποιέῃ . τῶν δὲ κατὰ τὠυτὸ αἱ γνῶμαι συνεξέπιπτον κελευόντων ἐσδέκεσθαι Τόμυρίν τε καὶ τὸν στρατὸν αὐτῆς ἐς τὴν χώρην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.