ἡ δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ , καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο · ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε τὸ λήιον καὶ παραγίνεται ὁ σῖτος , οὐ κατὰ περ ἐν Αἰγύπτῳ αὐτοῦ τοῦ ποταμοῦ ἀναβαίνοντος ἐς τὰς ἀρούρας , ἀλλὰ χερσί τε καὶ κηλωνηίοισι ἀρδόμενος .
ἡ γὰρ Βαβυλωνίη χώρη πᾶσα , κατά περ ἡ Αἰγυπτίη , κατατέτμηται ἐς διώρυχας · καὶ ἡ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος , πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν , ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω , ἐς τὸν Τίγρην , παρʼ ὃν Νίνος πόλις οἴκητο . ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν τὰ
γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν , οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην . τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ , ἐπειδὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ , ἐπὶ τριηκόσια ἐκφέρει . τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων . ἐκ
δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται , ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι , εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται . χρέωνται δὲ οὐδὲν ἐλαίῳ ἀλλʼ ἢ ἐκ τῶν σησάμων ποιεῦντες . εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον , οἱ πλεῦνες αὐτῶν καρποφόροι , ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται · τοὺς
συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνὲς καλέουσι , τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τὸν φοινίκων , ἵνα πεπαίνῃ τε σφι ὁ ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ ὁ καρπὸς τοῦ φοίνικος · ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες κατά περ δὴ οἱ ὄλυνθοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.