Σάμιοι γὰρ κομιζόμενοι ἐς Σικελίην ἐγίνοντο ἐν Λοκροῖσι τοῖσι Ἐπιζεφυρίοισι , καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν , τῷ οὔνομα ἦν Σκύθης , περικατέατο πόλιν τῶν Σικελῶν ἐξελεῖν βουλόμενοι .
μαθὼν δὲ ταῦτα ὁ Ῥηγίου τύραννος Ἀναξίλεως , τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι , συμμίξας τοῖσι Σαμίοισι ἀναπείθει ὡς χρεὸν εἴη Καλὴν μὲν ἀκτήν , ἐπʼ ἣν ἔπλεον , ἐᾶν χαίρειν , τὴν δὲ Ζάγκλην σχεῖν ἐοῦσαν ἔρημον ἀνδρῶν . πειθομένων
δὲ τῶν Σαμίων καὶ σχόντων τὴν Ζάγκλην , ἐνθαῦτα οἱ Ζαγκλαῖοι , ὡς ἐπύθοντο ἐχομένην τὴν πόλιν ἑωυτῶν , ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱπποκράτεα τὸν Γέλης τύραννον · ἦν γὰρ δή σφι οὗτος σύμμαχος . ἐπείτε
δὲ αὐτοῖσι καὶ ὁ Ἱπποκράτης σὺν τῇ στρατιῇ ἧκε βοηθέων , Σκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡς ἀποβαλόντα τὴν πόλιν ὁ Ἱπποκράτης πεδήσας καὶ τὸν ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐς Ἴνυκα πόλιν ἀπέπεμψε , τοὺς δὲ λοιποὺς Ζαγκλαίους κοινολογησάμενος τοῖσι Σαμίοισι καὶ ὅρκους δοὺς καὶ δεξάμενος προέδωκε . μισθὸς
δέ οἱ ἦν εἰρημένος ὅδε ὑπὸ τῶν Σαμίων , πάντων τῶν ἐπίπλων καὶ ἀνδραπόδων τὰ ἡμίσεα μεταλαβεῖν τῶν ἐν τῇ πόλι , τὰ δʼ ἐπὶ τῶν ἀγρῶν πάντα Ἱπποκράτεα λαγχάνειν . τοὺς
μὲν δὴ πλεῦνας τῶν Ζαγκλαίων αὐτὸς ἐν ἀνδραπόδων λόγῳ εἶχε δήσας , τοὺς δὲ κορυφαίους αὐτῶν τριηκοσίους ἔδωκε τοῖσι Σαμίοισι κατασφάξαι · οὐ μέντοι οἵ γε Σάμιοι ἐποίησαν ταῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.