τότε δὲ πυνθανόμενος εἶναι τοὺς Φοίνικας ἐν Τενέδῳ , πληρώσας τριήρεας πέντε χρημάτων τῶν παρεόντων ἀπέπλεε ἐς τὰς Ἀθήνας . καὶ ὥσπερ ὁρμήθη ἐκ Καρδίης πόλιος ἔπλεε διὰ τοῦ Μέλανος κόλπου · παραμείβετό τε τὴν Χερσόνησον καὶ οἱ Φοίνικές οἱ περιπίπτουσι τῇσι νηυσί .
αὐτὸς μὲν δὴ Μιλτιάδης σὺν τῇσι τέσσερσι τῶν νεῶν καταφεύγει ἐς Ἴμβρον , τὴν δέ οἱ πέμπτην τῶν νεῶν κατεῖλον διώκοντες οἱ Φοίνικες . τῆς δὲ νεὸς ταύτης ἔτυχε τῶν Μιλτιάδεω παίδων ὁ πρεσβύτατος ἄρχων Μητίοχος , οὐκ ἐκ τῆς Ὀλόρου τοῦ Θρήικος ἐὼν θυγατρὸς ἀλλʼ ἐξ ἄλλης · καὶ
τοῦτον ἅμα τῇ νηὶ εἷλον οἱ Φοίνικες , καί μιν πυθόμενοι ὡς εἴη Μιλτιάδεω παῖς ἀνήγαγον παρὰ βασιλέα , δοκέοντες χάριτα μεγάλην καταθήσεσθαι , ὅτι δὴ Μιλτιάδης γνώμην ἀπεδέξατο ἐν τοῖσι Ἴωσι πείθεσθαι κελεύων τοῖσι Σκύθῃσι , ὅτε οἱ Σκύθαι προσεδέοντο λύσαντας τὴν σχεδίην ἀποπλέειν ἐς τὴν ἑωυτῶν . Δαρεῖος
δέ , ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον , ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον , ἀγαθὰ δὲ συχνά · καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα , ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται . Μιλτιάδης δὲ ἐξ Ἴμβρου ἀπικνέεται ἐς τὰς Ἀθήνας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.