τούτων μὲν αὕτη ἡ μάχη , καὶ ἐπετετάχατο ἐς τοὺς Πέρσας · Μῆδοι δὲ τήν περ ἐν τῷ πεζῷ εἶχον σκευήν , καὶ Κίσσιοι ὡσαύτως . Ἰνδοὶ δὲ σκευῇ μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ , ἤλαυνον δὲ κέλητας καὶ ἅρματα · ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι ἄγριοι . Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ , καὶ Κάσπιοι ὁμοίως .
Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ · ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα . ὣς δʼ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ . Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ , ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτα οὐ λειπομένας ἵππων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.