ὃ μέν σφι ταῦτα συνεβούλευε · οἳ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα , φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων , νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Σπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλώτων , Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτάξαντες ἐξάγειν .
ἐγίνετο μὲν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω · ἀλλʼ ὃ μὲν ἦν ἔτι παῖς , ὁ δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός . Κλεόμβροτος γὰρ ὁ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν , ἀλλʼ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλὸν χρόνον τινὰ βιοὺς ἀπέθανε . ἀπῆγε
δὲ τὴν στρατιὴν ὁ Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε · θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ὁ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ . προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος , ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.