ταῦτα μὲν λέγουσι τὴν βουλὴν ὑποκρίνασθαι , καίπερ ἀπαγορεύοντός σφι τοῦ χρηστηρίου μὴ ποιέεσθαι τὴν πρὸς τοὺς Ἕλληνας συμμαχίην · σπουδὴν δὲ ἔχειν σπονδὰς γενέσθαι τριηκοντοέτιδας καίπερ τὸ χρηστήριον φοβεόμενοι , ἵνα δή σφι οἱ παῖδες ἀνδρωθέωσι ἐν τούτοισι τοῖσι ἔτεσι · μὴ δὲ σπονδέων ἐουσέων ἐπιλέγεσθαι , ἢν ἄρα σφέας καταλάβῃ πρὸς τῷ γεγονότι κακῷ ἄλλο πταῖσμα πρὸς τὸν Πέρσην , μὴ τὸ λοιπὸν ἔωσι Λακεδαιμονίων ὑπήκοοι .
τῶν δὲ ἀγγέλων τοὺς ἀπὸ τῆς Σπάρτης πρὸς τὰ ῥηθέντα ἐκ τῆς βουλῆς ἀμείψασθαι τοῖσιδε · περὶ μὲν σπονδέων ἀνοίσειν ἐς τοὺς πλεῦνας , περὶ δὲ ἡγεμονίης αὐτοῖσι ἐντετάλθαι ὑποκρίνασθαι , καὶ δὴ λέγειν , σφίσι μὲν εἶναι δύο βασιλέας , Ἀργείοισι δὲ ἕνα · οὔκων δυνατὸν εἶναι τῶν ἐκ Σπάρτης οὐδέτερον παῦσαι τῆς ἡγεμονίης , μετὰ δὲ δύο τῶν σφετέρων ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν οὐδέν . οὕτω
δὴ οἱ Ἀργεῖοι φασὶ οὐκ ἀνασχέσθαι τῶν Σπαρτιητέων τὴν πλεονεξίην , ἀλλʼ ἑλέσθαι μᾶλλον ὑπὸ τῶν βαρβάρων ἄρχεσθαι ἤ τι ὑπεῖξαι Λακεδαιμονίοισι , προειπεῖν τε τοῖσι ἀγγέλοισι πρὸ δύντος ἡλίου ἀπαλλάσσεσθαι ἐκ τῆς Ἀργείων χώρης , εἰ δὲ μή , περιέψεσθαι ὡς πολεμίους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.