Ὀτάνης μὲν δὴ ταύτην γνώμην ἐσέφερε · Μεγάβυζος δὲ ὀλιγαρχίῃ ἐκέλευε ἐπιτρέπειν , λέγων τάδε . τὰ μὲν Ὀτάνης εἶπε τυραννίδα παύων , λελέχθω κἀμοὶ ταῦτα , τὰ δʼ ἐς τὸ πλῆθος ἄνωγε φέρειν τὸ κράτος , γνώμης τῆς ἀρίστης ἡμάρτηκε · ὁμίλου γὰρ ἀχρηίου οὐδέν ἐστι ἀξυνετώτερον οὐδὲ ὑβριστότερον .
καίτοι τυράννου ὕβριν φεύγοντας ἄνδρας ἐς δήμου ἀκολάστου ὕβριν πεσεῖν ἐστὶ οὐδαμῶς ἀνασχετόν . ὃ μὲν γὰρ εἴ τι ποιέει , γινώσκων ποιέει , τῷ δὲ οὐδὲ γινώσκειν ἔνι · κῶς γὰρ ἂν γινώσκοι ὃς οὔτʼ ἐδιδάχθη οὔτε εἶδε καλὸν οὐδὲν οἰκήιον , ὠθέει τε ἐμπεσὼν τὰ πρήγματα ἄνευ νόου , χειμάρρῳ ποταμῷ εἴκελος ;
δήμῳ μέν νυν , οἳ Πέρσῃσι κακὸν νοέουσι , οὗτοι χράσθων , ἡμεῖς δὲ ἀνδρῶν τῶν ἀρίστων ἐπιλέξαντες ὁμιλίην τούτοισι περιθέωμεν τὸ κράτος · ἐν γὰρ δὴ τούτοισι καὶ αὐτοὶ ἐνεσόμεθα · ἀρίστων δὲ ἀνδρῶν οἰκὸς ἄριστα βουλεύματα γίνεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.