σοὶ μὲν δὴ ταῦτα ὦ βασιλεῦ συμβουλεύω · σὺ δέ , ὦ παῖ Γοβρύεω Μαρδόνιε , παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων ἀξίων φλαύρως ἀκούειν . Ἕλληνας γὰρ διαβάλλων ἐπαείρεις αὐτὸν βασιλέα στρατεύεσθαι · αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν . μή νυν οὕτω γένηται .
διαβολὴ γὰρ ἐστὶ δεινότατον · ἐν τῇ δύο μὲν εἰσὶ οἱ ἀδικέοντες , εἷς δὲ ὁ ἀδικεόμενος . ὁ μὲν γὰρ διαβάλλων ἀδικέει οὐ παρεόντι κατηγορέων , ὁ δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἢ ἀτρεκέως ἐκμάθῃ · ὁ δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι ἀδικέεται , διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου καὶ νομισθεὶς πρὸς τοῦ ἑτέρου κακὸς εἶναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.