αὗται μέν νυν αἱ ἠπειρώτιδες Αἰολίδες πόλιες , ἔξω τῶν ἐν τῇ Ἴδῃ οἰκημενέων · κεχωρίδαται γὰρ αὗται .
αἱ δὲ τὰς νήσους ἔχουσαι πέντε μὲν πόλιες τὴν Λέσβον νέμονται (τὴν γὰρ ἕκτην ἐν τῇ Λέσβῳ οἰκημένην Ἀρίσβαν ἠνδραπόδισαν Μηθυμναῖοι ἐόντας ὁμαίμους ) , ἐν Τενέδῳ δὲ μία οἴκηται πόλις , καὶ ἐν τῇσι Ἑκατὸν νήσοισι καλεομένῃσι ἄλλη μία . Λεσβίοισι
μέν νῦν καὶ Τενεδίοισι , κατά περ Ἰώνων τοῖσι τὰς νήσους ἔχουσι , ἦν δεινὸν οὐδέν · τῇσι δὲ λοιπῇσι πόλισι ἕαδε κοινῇ Ἴωσι ἕπεσθαι τῇ ἂν οὗτοι ἐξηγέωνται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.