Βουδῖνοι δὲ ἔθνος ἐὸν μέγα καὶ πολλὸν γλαυκόν τε πᾶν ἰσχυρῶς ἐστι καὶ πυρρόν · πόλις δὲ ἐν αὐτοῖσι πεπόλισται ξυλίνη , οὔνομα δὲ τῇ πόλι ἐστὶ Γελωνός . τοῦ δὲ τείχεος μέγαθος κῶλον ἕκαστον τριήκοντα σταδίων ἐστί , ὑψηλὸν δὲ καὶ πᾶν ξύλινον , καὶ αἱ οἰκίαι αὐτῶν ξύλιναι καὶ τὰ ἱρά . ἔστι
γὰρ δὴ αὐτόθι Ἑλληνικῶν θεῶν ἱρὰ Ἑλληνικῶς κατεσκευασμένα ἀγάλμασί τε καὶ βωμοῖσι καὶ νηοῖσι ξυλίνοισι , καὶ τῷ Διονύσῳ τριετηρίδας ἀνάγουσι καὶ βακχεύουσι . εἰσὶ γὰρ οἱ Γελωνοὶ τὸ ἀρχαῖον Ἕλληνες , ἐκ τῶν δὲ ἐμπορίων ἐξαναστάντες οἴκησαν ἐν τοῖσι Βουδίνοισι · καὶ γλώσσῃ τὰ μὲν Σκυθικῇ , τὰ δὲ Ἑλληνικῇ χρέωνται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.