ἀκούσας δὲ ταῦτα ὁ Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει , μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα , πρὸς δὲ καὶ τοὺς ἱκέτας .
ἀνακομισθέντων δὲ πάντων , εἰρώτα τὸν Ἀλέξανδρον ὁ Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι . ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα , καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι . μετὰ
δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι · πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην , ἤλεγχον οἱ γενόμενοι ἱκέται , ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος . τέλος
δὲ δή σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς , λέγων ὅτι ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν , ὅσοι ὑπʼ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν , ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην , ὅς , ὦ κάκιστε ἀνδρῶν , ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο · παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες . καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε , ἀλλʼ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας . καὶ
οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε , ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις . νῦν
ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν , γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι , ἀλλʼ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω , ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ · αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι , εἰ δὲ μή , ἅτε πολεμίους περιέψεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.