τὰ μὲν ἀπὸ Σικελίης τοσαῦτα . Κερκυραῖοι δὲ τάδε ὑποκρινάμενοι τοῖσι ἀγγέλοισι τοιάδε ἐποίησαν · καὶ γὰρ τούτους παρελάμβανον οἱ αὐτοὶ οἵ περ ἐς Σικελίην ἀπίκοντο , λέγοντες τοὺς αὐτοὺς λόγους τοὺς καὶ πρὸς Γέλωνα ἔλεγον . οἳ δὲ παραυτίκα μὲν ὑπίσχοντο πέμψειν τε καὶ ἀμυνέειν , φράζοντες ὡς οὔ σφι περιοπτέη ἐστὶ ἡ Ἑλλὰς ἀπολλυμένη · ἢν γὰρ σφαλῇ , σφεῖς γε οὐδὲν ἄλλο ἢ δουλεύσουσι τῇ πρώτῃ τῶν ἡμερέων · ἀλλὰ τιμωρητέον εἴη ἐς τὸ δυνατώτατον .
ὑπεκρίναντο μὲν οὕτω εὐπρόσωπα · ἐπεὶ δὲ ἔδει βοηθέειν , ἄλλα νοέοντες ἐπλήρωσαν νέας ἑξήκοντα , μόγις δὲ ἀναχθέντες προσέμιξαν τῇ Πελοποννήσῳ , καὶ περὶ Πύλον καὶ Ταίναρον γῆς τῆς Λακεδαιμονίων ἀνεκώχευον τὰς νέας , καραδοκέοντες καὶ οὗτοι τὸν πόλεμον τῇ πεσέεται , ἀελπτέοντες μὲν τοὺς Ἕλληνας ὑπερβαλέεσθαι , δοκέοντες δὲ τὸν Πέρσην κατακρατήσαντα πολλὸν ἄρξειν πάσης τῆς Ἑλλάδος . ἐποίευν
ὦν ἐπίτηδες , ἵνα ἔχωσι πρὸς τὸν Πέρσην λέγειν τοιάδε . ὦ βασιλεῦ , ἡμεῖς , παραλαμβανόντων τῶν Ἑλλήνων ἡμέας ἐς τὸν πόλεμον τοῦτον , ἔχοντες δύναμιν οὐκ ἐλαχίστην οὐδὲ νέας ἐλαχίστας παρασχόντες ἂν ἀλλὰ πλείστας μετά γε Ἀθηναίους , οὐκ ἠθελήσαμέν τοι ἐναντιοῦσθαι οὐδέ τι ἀποθύμιον ποιῆσαι . τοιαῦτα λέγοντες ἤλπιζον πλέον τι τῶν ἄλλων οἴσεσθαι · τά περ ἂν καὶ ἐγένετο , ὡς ἐμοὶ δοκέει . πρὸς
δὲ τοὺς Ἕλληνάς σφι σκῆψις ἐπεποίητο , τῇ περ δὴ καὶ ἐχρήσαντο . αἰτιωμένων γὰρ τῶν Ἑλλήνων ὅτι οὐκ ἐβοήθεον , ἔφασαν πληρῶσαι μὲν ἑξήκοντα τριήρεας , ὑπὸ δὲ ἐτησιέων ἀνέμων ὑπερβαλεῖν Μαλέην οὐκ οἷοί τε γενέσθαι · οὕτω οὐκ ἀπικέσθαι ἐς Σαλαμῖνα , καὶ οὐδεμιῇ κακότητι λειφθῆναι τῆς ναυμαχίης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.