καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο · Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης ἐπὶ τὸν Βόσπορον ἵνα ἔζευκτο ἡ γέφυρα , ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλευμένας , τὰς πρότερον πλαγκτὰς Ἕλληνες φασὶ εἶναι , ἑζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον ἐόντα ἀξιοθέητον . πελαγέων
γὰρ ἁπάντων πέφυκε θωμασιώτατος · τοῦ τὸ μὲν μῆκος στάδιοι εἰσὶ ἑκατὸν καὶ χίλιοι καὶ μύριοι , τὸ δὲ εὖρος , τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ , στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι . τούτου
τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι · μῆκος δὲ , τοῦ στόματος ὁ αὐχήν , τὸ δὴ Βόσπορος κέκληται , κατʼ ὃ δὴ ἔζευκτο ἡ γέφυρα , ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι . τείνει δʼ ἐς τὴν Προποντίδα ὁ Βόσπορος · ἡ δὲ
Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων , μῆκος δὲ τετρακοσίων καὶ χιλίων , καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους , μῆκος δὲ τετρακοσίους . ἐκδιδοῖ δὲ ὁ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.