μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο . ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ , τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος ὁ Ἀμύντεω , στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων , ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν .
τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες παρέμενον , οἳ δʼ ἔθεον ἐπὶ τοὺς στρατηγούς , ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπʼ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων , ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος , στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.