ταῦτα μὲν δὴ οὕτω ἔχει . τὸ δὲ πρὸς ἑσπέρης τῆς Τριτωνίδος λίμνης οὐκέτι νομάδες εἰσὶ Λίβυες οὐδὲ νόμοισι τοῖσι αὐτοῖσι χρεώμενοι , οὐδὲ κατὰ τὰ παιδία ποιεῦντες οἷον τι καὶ οἱ νομάδες ἐώθασι ποιέειν . οἱ
γὰρ δὴ τῶν Λιβύων νομάδες , εἰ μὲν πάντες , οὐκ ἔχω ἀτρεκέως τοῦτο εἰπεῖν , ποιεῦσι δὲ αὐτῶν συχνοὶ τοιάδε · τῶν παιδίων τῶν σφετέρων , ἐπεὰν τετραέτεα γένηται , οἴσπῃ προβάτων καίουσι τὰς ἐν τῇσι κορυφῇσι φλέβας , μετεξέτεροι δὲ αὐτῶν τὰς ἐν τοῖσι κροτάφοισι , τοῦδε εἵνεκα ὡς μή σφεας ἐς τὸν πάντα χρόνον καταρρέον φλέγμα ἐκ τῆς κεφαλῆς δηλέηται . καὶ
διὰ τοῦτο σφέας λέγουσι εἶναι ὑγιηροτάτους · εἰσὶ γὰρ ὡς ἀληθέως οἱ Λίβυες ἀνθρώπων πάντων ὑγιηρότατοι τῶν ἡμεῖς ἴδμεν , εἰ μὲν διὰ τοῦτο , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν , ὑγιηρότατοι δʼ ὦν εἰσί . ἢν δὲ καίουσι τὰ παιδία σπασμὸς ἐπιγένηται , ἐξεύρηταί σφι ἄκος · τράγου γὰρ οὖρον σπείσαντες ῥύονται σφέα . λέγω δὲ τὰ λέγουσι αὐτοὶ Λίβυες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.