ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα · τῷ οὔνομα ἦν Μιτραδάτης , συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ , οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν , κατὰ δὲ τὴν Μηδικὴν Σπακώ · τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι .
αἱ δὲ ὑπώρεαί εἰσὶ τῶν ὀρέων , ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ ὁ βουκόλος , πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου · ταύτῃ μὲν γὰρ ἡ Μηδικὴ χωρῇ πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής , ἡ δὲ ἄλλη Μηδικὴ χωρῇ ἐστὶ πᾶσα ἄπεδος . ἐπεὶ
ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο , ἔλεγε ὁ Ἅρπαγος τάδε . κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων , ὅκως ἂν τάχιστα διαφθαρείη · καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν , ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς , ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι . ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.