τὰ μὲν περὶ Ἀργείων εἴρηται · ἐς δὲ τὴν Σικελίην ἄλλοι τε ἀπίκατο ἄγγελοι ἀπὸ τῶν συμμάχων συμμίξοντες Γέλωνι καὶ δὴ καὶ ἀπὸ Λακεδαιμονίων Σύαγρος . τοῦ δὲ Γέλωνος τούτου πρόγονος , οἰκήτωρ ὁ ἐν Γέλῃ , ἦν ἐκ νήσου Τήλου τῆς ἐπὶ Τριοπίῳ κειμένης · ὃς κτιζομένης Γέλης ὑπὸ Λινδίων τε τῶν ἐκ Ῥόδου καὶ Ἀντιφήμου οὐκ ἐλείφθη .
ἀνὰ χρόνον δὲ αὐτοῦ οἱ ἀπόγονοι γενόμενοι ἱροφάνται τῶν χθονίων θεῶν διετέλεον ἐόντες , Τηλίνεω ἑνός τευ τῶν προγόνων κτησαμένου τρόπῳ τοιῷδε . ἐς Μακτώριον πόλιν τὴν ὑπὲρ Γέλης οἰκημένην ἔφυγον ἄνδρες Γελῴων στάσι ἑσσωθέντες · τούτους
ὦν ὁ Τηλίνης κατήγαγε ἐς Γέλην , ἔχων οὐδεμίαν ἀνδρῶν δύναμιν ἀλλὰ ἱρὰ τούτων τῶν θεῶν · ὅθεν δὲ αὐτὰ ἔλαβε ἢ αὐτὸς ἐκτήσατο , τοῦτο δὲ οὐκ ἔχω εἰπεῖν · τούτοισι δʼ ὦν πίσυνος ἐὼν κατήγαγε , ἐπʼ ᾧ τε οἱ ἀπόγονοι αὐτοῦ ἱροφάνται τῶν θεῶν ἔσονται . θῶμά
μοι ὦν καὶ τοῦτο γέγονε πρὸς τὰ πυνθάνομαι , κατεργάσασθαι Τηλίνην ἔργον τοσοῦτον · τὰ τοιαῦτα γὰρ ἔργα οὐ πρὸς τοῦ ἅπαντος ἀνδρὸς νενόμικα γίνεσθαι , ἀλλὰ πρὸς ψυχῆς τε ἀγαθῆς καὶ ῥώμης ἀνδρηίης · ὁ δὲ λέγεται πρὸς τῆς Σικελίης τῶν οἰκητόρων τὰ ὑπεναντία τούτων πεφυκέναι θηλυδρίης τε καὶ μαλακώτερος ἀνὴρ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.