αὗται μὲν Ἰώνων ἦσαν , τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι . ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ ὁ πεζός σφι ἅπας παρῆν , ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι , καὶ οὕτω οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες , πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν .
ταῦτα ἐπιλεγόμενοι , συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους , οἳ ὑπʼ Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους , ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον , τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε . ἄνδρες
Ἴωνες , νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον · τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ . προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε , ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν , οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται , οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν ἢ πρότερον εἶχον .
δὲ ταῦτα μὲν οὐ ποιήσουσι , οἳ δὲ πάντως διὰ μάχης ἐλεύσονται , τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες , τά περ σφέας κατέξει , ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται , καὶ ὡς σφέων τοὺς παῖδας ἐκτομίας ποιήσομεν , τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα , καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.