μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος , τὸ δʼ ἀπὸ τούτου λιθώδης τʼ ἐστὶ καὶ τρηχέα . διεξελθόντι
δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι , καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως , καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα , φωνὴν δὲ ἰδίην ἱέντες , ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ , ζῶντες δὲ ἀπὸ δενδρέων . ποντικὸν
μὲν οὔνομα τῷ δενδρέῳ ἀπʼ οὗ ζῶσι , μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ . καρπὸν δὲ φορέει κυάμῳ ἴσον , πυρῆνα δὲ ἔχει . τοῦτο ἐπεὰν γένηται πέπον , σακκέουσι ἱματίοισι , ἀπορρέει δὲ ἀπʼ αὐτοῦ παχὺ καὶ μέλαν · οὔνομα δὲ τῷ ἀπορρέοντι ἐστὶ ἄσχυ · τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι , καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται . πρόβατα
γάρ σφι οὐ πολλά ἐστι . οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί . ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται , τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ , τὸ δὲ θέρος ἄνευ πίλου . τούτους
οὐδεὶς ἀδικέει ἀνθρώπων · ἱροὶ γὰρ λέγονται εἶναι · οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται . καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰς διαφορὰς διαιρέοντες , τοῦτο δὲ ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους , ὑπʼ οὐδενὸς ἀδικέεται · οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.