νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο . ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες , ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον , τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν . Αἰγινῆται δὲ εἰσὶ Δωριέες ἀπὸ Ἐπιδαύρου ·
τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη . μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπʼ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά · οὗτοι δὲ Ἴωνες εἰσί . μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι , ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων . Νάξιοι
δὲ παρείχοντο τέσσερας , ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται , ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος , ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος . Νάξιοι δὲ εἰσὶ Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες . Στυρέες
δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπʼ Ἀρτεμισίῳ , Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον , ἐόντες συναμφότεροι οὗτοι Δρύοπες . καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο · οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.