οἱ δὲ Μάγοι ἔτυχον ἀμφότεροι τηνικαῦτα ἐόντες τε ἔσω καὶ τὰ ἀπὸ Πρηξάσπεος γενόμενα ἐν βουλῇ ἔχοντες . ἐπεὶ ὦν εἶδον τοὺς εὐνούχους τεθορυβημένους τε καὶ βοῶντας , ἀνά τε ἔδραμον πάλιν ἀμφότεροι καὶ ὡς ἔμαθον τὸ ποιεύμενον πρὸς ἀλκὴν ἐτράποντο .
ὃ μὲν δὴ αὐτῶν φθάνει τὰ τόξα κατελόμενος , ὁ δὲ πρὸς τὴν αἰχμὴν ἐτράπετο . ἐνθαῦτα δὴ συνέμισγον ἀλλήλοισι . τῷ μὲν δὴ τὰ τόξα ἀναλαβόντι αὐτῶν , ἐόντων τε ἀγχοῦ τῶν πολεμίων καὶ προσκειμένων , ἦν χρηστὰ οὐδέν · ὁ δʼ ἕτερος τῇ αἰχμῇ ἠμύνετο καὶ τοῦτο μὲν Ἀσπαθίνην παίει ἐς τὸν μηρόν , τοῦτο δὲ Ἰνταφρένεα ἐς τὸν ὀφθαλμόν · καὶ ἐστερήθη μὲν τοῦ ὀφθαλμοῦ ἐκ τοῦ τρώματος ὁ Ἰνταφρένης , οὐ μέντοι ἀπέθανέ γε . τῶν
μὲν δὴ Μάγων οὕτερος τρωματίζει τούτους · ὁ δὲ ἕτερος , ἐπείτε οἱ τὰ τόξα οὐδὲν χρηστὰ ἐγίνετο , ἦν γὰρ δὴ θάλαμος ἐσέχων ἐς τὸν ἀνδρεῶνα , ἐς τοῦτον καταφεύγει , θέλων αὐτοῦ προσθεῖναι τὰς θύρας , καί οἱ συνεσπίπτουσι τῶν ἑπτὰ δύο , Δαρεῖός τε καὶ Γοβρύης . συμπλακέντος
δὲ Γοβρύεω τῷ Μάγῳ ὁ Δαρεῖος ἐπεστεὼς ἠπόρεε οἷα ἐν σκότεϊ , προμηθεόμενος μὴ πλήξῃ τὸν Γοβρύην . ὁρέων
δέ μιν ἀργὸν ἐπεστεῶτα ὁ Γοβρύης εἴρετο ὅ τι οὐ χρᾶται τῇ χειρί · ὁ δὲ εἶπε Προμηθεόμενος σέο , μὴ πλήξω . Γοβρύης δὲ ἀμείβετο ὤθεε τὸ ξίφος καὶ διʼ ἀμφοτέρων . Δαρεῖος δὲ πειθόμενος ὦσέ τε τὸ ἐγχειρίδιον καὶ ἔτυχέ κως τοῦ Μάγου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.