ὃ μὲν δοκέων χαρίζεσθαι ἔλεγε τάδε , ὃ δʼ ἀνταμείβετο τοῖσιδε . ὦ ξεῖνε Αἰγινῆτα , τὸ μὲν εὐνοέειν τε καὶ προορᾶν ἄγαμαί σευ , γνώμης μέντοι ἡμάρτηκας χρηστῆς · ἐξαείρας γάρ με ὑψοῦ καὶ τὴν πάτρην καὶ τὸ ἔργον , ἐς τὸ μηδὲν κατέβαλες παραινέων νεκρῷ λυμαίνεσθαι , καὶ ἢν ταῦτα ποιέω , φὰς ἄμεινόν με ἀκούσεσθαι · τὰ πρέπει μᾶλλον βαρβάροισι ποιέειν ἤ περ Ἕλλησι ·
καὶ ἐκείνοισι δὲ ἐπιφθονέομεν . ἐγὼ δʼ ὦν τούτου εἵνεκα μήτε Αἰγινήτῃσι ἅδοιμι μήτε τοῖσι ταῦτα ἀρέσκεται , ἀποχρᾷ δέ μοι Σπαρτιήτῃσι ἀρεσκόμενον ὅσια μὲν ποιέειν , ὅσια δὲ καὶ λέγειν . Λεωνίδῃ δέ , τῷ με κελεύεις τιμωρῆσαι , φημὶ μεγάλως τετιμωρῆσθαι , ψυχῇσί τε τῇσι τῶνδε ἀναριθμήτοισι τετίμηται αὐτός τε καὶ οἱ ἄλλοι οἱ ἐν Θερμοπύλῃσι τελευτήσαντες . σὺ μέντοι ἔτι ἔχων λόγον τοιόνδε μήτε προσέλθῃς ἔμοιγε μήτε συμβουλεύσῃς , χάριν τε ἴσθι ἐὼν ἀπαθής .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.