θεοσεβέες δὲ περισσῶς ἐόντες μάλιστα πάντων ἀνθρώπων νόμοισι τοιοῖσιδε χρέωνται . ἐκ χαλκέων ποτηρίων πίνουσι , διασμῶντες ἀνὰ πᾶσαν ἡμέρην , οὐκ ὃ μὲν ὃ δʼ οὔ , ἀλλὰ πάντες .
εἵματα δὲ λίνεα φορέουσι αἰεὶ νεόπλυτα , ἐπιτηδεύοντες τοῦτο μάλιστα , τά τε αἰδοῖα περιτάμνονται καθαρειότητος εἵνεκεν , προτιμῶντες καθαροὶ εἶναι ἢ εὐπρεπέστεροι . οἱ δὲ ἱρέες ξυρῶνται πᾶν τὸ σῶμα διὰ τρίτης ἡμέρης , ἵνα μήτε φθεὶρ μήτε ἄλλο μυσαρὸν μηδὲν ἐγγίνηταί σφι θεραπεύουσι τοὺς θεούς . ἐσθῆτα
δὲ φορέουσι οἱ ἱρέες λινέην μούνην καὶ ὑποδήματα βύβλινα · ἄλλην δέ σφι ἐσθῆτα οὐκ ἔξεστι λαβεῖν οὐδὲ ὑποδήματα ἄλλα . λοῦνται δὲ δὶς τῆς ἡμέρης ἑκάστης ψυχρῷ καὶ δὶς ἑκάστης νυκτός , ἄλλας τε θρησκηίας ἐπιτελέουσι μυρίας ὡς εἰπεῖν λόγῳ . πάσχουσι
δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα · οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται , ἀλλὰ καὶ σιτία σφι ἐστὶ ἱρὰ πεσσόμενα , καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης , δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος · ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι . κυάμους
δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ , τούς τε γινομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται , οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρέοντες ἀνέχονται , νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον . ἱρᾶται δὲ οὐκ εἷς ἑκάστου τῶν θεῶν ἀλλὰ πολλοί , τῶν εἷς ἐστι ἀρχιερεύς · ἐπεὰν δέ τις ἀποθάνῃ , τούτου ὁ παῖς ἀντικατίσταται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.