καὶ ταῦτα μὲν ὧδε ἔχει . λέγεται δὲ καὶ ὅδε λόγος , ἐμοὶ μὲν οὐ πιθανός , ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας , ὡς εἶδε τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα , πολλῷ ἐχρᾶτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα , ἡ δὲ Κασσανδάνη ἐοῦσα τοῦ Κύρου γυνὴ εἶπε τάδε ·
τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει , τὴν δὲ ἀπʼ Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται . τὴν μὲν ἀχθομένην τῇ Νιτήτι εἰπεῖν ταῦτα , τῶν δέ οἱ παίδων τὸν πρεσβύτερον εἰπεῖν Καμβύσεα ·
τοιγάρ τοι ὦ μῆτερ , ἐπεὰν ἐγὼ γένωμαι ἀνήρ , Αἰγύπτου τὰ μὲν ἄνω κάτω θήσω , τὰ δὲ κάτω ἄνω . ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα κου γεγονότα , καὶ τὰς γυναῖκας ἐν θώματι γενέσθαι · τὸν δὲ διαμνημονεύοντα οὕτω δή , ἐπείτε ἀνδρώθη καὶ ἔσχε τὴν βασιληίην , ποιήσασθαι τὴν ἐπʼ Αἴγυπτον στρατηίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.