οἱ ἱρέες τῶν θεῶν τῇ μὲν ἄλλῃ κομέουσι , ἐν Αἰγύπτῳ δὲ ξυρῶνται . τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται , Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ , τέως ἐξυρημένοι .
τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων ἡ δίαιτα ἀποκέκριται , Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι ἡ δίαιτα ἐστί . ἀπὸ πυρῶν καὶ κριθέων ὧλλοι ζώουσι , Αἰγυπτίων δὲ τῷ ποιευμένῳ ἀπὸ τούτων τὴν ζόην ὄνειδος μέγιστον ἐστί , ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία , τὰς ζειὰς μετεξέτεροι καλέουσι . φυρῶσι
τὸ μὲν σταῖς τοῖσι ποσί , τὸν δὲ πηλὸν τῇσι χερσί , καὶ τὴν κόπρον ἀναιρέονται . τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς ἐγένοντο , πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον , Αἰγύπτιοι δὲ περιτάμνονται . εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο , τῶν δὲ γυναικῶν ἓν ἑκάστη . τῶν
ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι , Αἰγύπτιοι δὲ ἔσωθεν . γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα , Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά · καὶ ποιεῦντες ταῦτα αὐτοὶ μὲν φασὶ ἐπὶ δεξιὰ ποιέειν , Ἕλληνας δὲ ἐπʼ ἀριστερά . διφασίοισι δὲ γράμμασι χρέωνται , καὶ τὰ μὲν αὐτῶν ἱρὰ τὰ δὲ δημοτικὰ καλέεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.