ὣς δὲ Σκύθαι λέγουσι , νεώτατον πάντων ἐθνέων εἶναι τὸ σφέτερον , τοῦτο δὲ γενέσθαι ὧδε . ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ ἐούσῃ ἐρήμῳ τῳ οὔνομα εἶναι Ταργιτάον · τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , λέγουσι δʼ ὦν , Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα .
γένεος μὲν τοιούτου δὴ τινος γενέσθαι τὸν Ταργιτάον , τούτου δὲ γενέσθαι παῖδας τρεῖς , Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαιν . ἐπὶ
τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερομένα χρύσεα ποιήματα , ἄροτρόν τε καὶ ζυγόν καὶ σάγαριν καὶ φιάλην , πεσεῖν ἐς τὴν Σκυθικήν · καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν , τὸν δὲ χρυσόν ἐπιόντος καίεσθαι . ἀπαλλαχθέντος
δὲ τούτου προσιέναι τὸν δεύτερον , καὶ τὸν αὖτις ταὐτὰ ποιέειν . τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι , τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι , καὶ μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ · καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.