Ἀπρίεω δὲ ὧδε καταραιρημένου ἐβασίλευσε Ἄμασις , νομοῦ μὲν Σαΐτεω ἐών , ἐκ τῆς δὲ ἦν πόλιος , οὔνομά οἱ ἐστὶ Σιούφ .
τὰ μὲν δὴ πρῶτα κατώνοντο τὸν Ἄμασιν Αἰγύπτιοι καὶ ἐν οὐδεμιῇ μοίρῃ μεγάλῃ ἦγον ἅτε δὴ δημότην τὸ πρὶν ἐόντα καὶ οἰκίης οὐκ ἐπιφανέος · μετὰ δὲ σοφίῃ αὐτοὺς ὁ Ἄμασις , οὐκ ἀγνωμοσύνῃ προσηγάγετο . ἦν
οἱ ἄλλα τε ἀγαθὰ μυρία , ἐν δὲ καὶ ποδανιπτὴρ χρύσεος , ἐν τῷ αὐτός τε ὁ Ἄμασις καὶ οἱ δαιτυμόνες οἱ πάντες τοὺς πόδας ἑκάστοτε ἐναπενίζοντο · τοῦτον κατʼ ὦν κόψας ἄγαλμα δαίμονος ἐξ αὐτοῦ ἐποιήσατο , καὶ ἵδρυσε τῆς πόλιος ὅκου ἦν ἐπιτηδεότατον · οἱ δὲ Αἰγύπτιοι φοιτέοντες πρὸς τὤγαλμα ἐσέβοντο μεγάλως . μαθὼν
δὲ ὁ Ἄμασις τὸ ἐκ τῶν ἀστῶν ποιεύμενον , συγκαλέσας Αἰγυπτίους ἐξέφηνε φὰς ἐκ τοῦ ποδανιπτῆρος τὤγαλμα γεγονέναι , ἐς τὸν πρότερον μὲν τοὺς Αἰγυπτίους ἐνεμέειν τε καὶ ἐνουρέειν καὶ πόδας ἐναπονίζεσθαι , τότε δὲ μεγάλως σέβεσθαι . ἤδη
ὦν ἔφη λέγων ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπρηγέναι · εἰ γὰρ πρότερον εἶναι δημότης , ἀλλʼ ἐν τῷ παρεόντι εἶναι αὐτῶν βασιλεύς · καὶ τιμᾶν τε καὶ προμηθέεσθαι ἑωυτοῦ ἐκέλευε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.