Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα (ἦν γάρ οἱ ὁ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων ἢ ὁ Κύρου) , τοῦτο μεμφθείς , ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν ὁ Κῦρος , ἀπήλαυνε ἐς τὰς Σάρδις ἐν νόῳ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους κατὰ τὸ ὅρκιον
(ἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον ἤ περ πρὸς Λακεδαιμονίους ) , μεταπεμψάμενος δὲ καὶ Βαβυλωνίους ( καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη , ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητος ) , ἐπαγγείλας
δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν ἁλίσας τε δὴ τούτους καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμῶνα παρείς , ἅμα τῷ ἔαρι στρατεύειν ἐπὶ τοὺς Πέρσας . καὶ
ὃ μὲν ταῦτα φρονέων , ὡς ἀπίκετο ἐς τὰς Σάρδις , ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις · τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι , ὃς ἦν αὐτοῦ ξεινικός , πάντα ἀπεὶς διεσκέδασε οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ἀγωνισάμενος οὕτω παραπλησίως Κῦρος ἐλάσῃ ἐπὶ Σάρδις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.