ὃ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο , ἀρρωδέων μὴ τί οἱ ἐξ αὐτῶν γένηται κακόν , ὃ δʼ ἀμείβετο τοῖσιδε . θάρσεε , Γύγη , καὶ μὴ φοβεῦ μήτε ἐμέ , ὡς σέο πειρώμενος λέγω λόγον τόνδε , μήτε γυναῖκα τὴν ἐμήν , μὴ τὶ τοι ἐξ αὐτῆς γένηται βλάβος . ἀρχήν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδέ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ .
γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω . μετὰ δʼ ἐμὲ ἐσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον . κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος · ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἕν ἕκαστον ἐκδύνουσα θήσει , καὶ κατʼ ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι .
δέ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνήν κατὰ νώτου τε αὐτῆς γένῃ , σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μὴ σε ὄψεται ἰόντα διὰ θυρέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.