Ξέρξης δὲ ὁρέων ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά , τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν , μεγάθεΐ τε ὑπερμήκεα ἐόντα , διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι διʼ οὗ ῥέει ὁ Πηνειός , ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν , ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ , ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἔστε Περραιβοὺς παρὰ Γόννον πόλιν · ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι .
ὡς δὲ ἐπεθύμησε , καὶ ἐποίεε ταῦτα · ἐσβὰς ἐς Σιδωνίην νέα , ἐς τήν περ ἐσέβαινε αἰεὶ ὅκως τι ἐθέλοι τοιοῦτο ποιῆσαι , ἀνέδεξε σημήιον καὶ τοῖσι ἄλλοισι ἀνάγεσθαι , καταλιπὼν αὐτοῦ τὸν πεζὸν στρατόν . ἐπεὶ δὲ ἀπίκετο καὶ ἐθεήσατο Ξέρξης τὴν ἐκβολὴν τοῦ Πηνειοῦ , ἐν θώματι μεγάλῳ ἐνέσχετο , καλέσας δὲ τοὺς κατηγεμόνας τῆς ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἐστὶ παρατρέψαντα ἑτέρῃ ἐς θάλασσαν ἐξαγαγεῖν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.