Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας , Κλεισθένης μὲν αὐτὸς ὑπεξέσχε , μετὰ δὲ οὐδὲν ἧσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὺν μεγάλῃ χειρί , ἀπικόμενος δὲ ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων , τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης . ταῦτα δὲ ποιήσας δεύτερα τὴν βουλὴν καταλύειν ἐπειρᾶτο , τριηκοσίοισι δὲ τοῖσι Ἰσαγόρεω στασιώτῃσι τὰς ἀρχὰς ἐνεχείριζε .
ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι , ὅ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν . Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο · τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρχονται ἐκ τῆς χώρης ὅσοι ἦσαν αὐτῶν Λακεδαιμόνιοι . ἐπετελέετο δὲ τῷ Κλεομένεϊ ἡ φήμη . ὡς
γὰρ ἀνέβη ἐς τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν , ἤιε ἐς τὸ ἄδυτον τῆς θεοῦ ὡς προσερέων · ἡ δὲ ἱρείη ἐξαναστᾶσα ἐκ τοῦ θρόνου , πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι , εἶπε ὦ ξεῖνε Λακεδαιμόνιε , πάλιν χώρεε μηδὲ ἔσιθι ἐς τὸ ἱρόν · οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα . ὁ δὲ εἶπε ὦ γύναι , ἀλλʼ οὐ Δωριεύς εἰμι ἀλλʼ Ἀχαιός . ὃ
μὲν δὴ τῇ κλεηδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων · τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ , ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν , τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμʼ ἂν μέγιστα καταλέξαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.