Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες . τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε . τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον . ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων , εἴρετο ὁ Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον · πυθόμενος δὲ σφέας τὸν λαγὸν διώκοντας , εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν οὗτοι
ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι , καί μοι νῦν φαίνεται Γοβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς . ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν , βουλῆς ἀγαθῆς δεῖ , ὅκως ἀσφαλέως ἡ κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω . πρὸς ταῦτα Γοβρύης εἶπε ὦ βασιλεῦ , ἐγὼ σχεδὸν μὲν καὶ λόγῳ ἠπιστάμην τούτων τῶν ἀνδρῶν τὴν ἀπορίην , ἐλθὼν δὲ μᾶλλον ἐξέμαθον , ὁρέων αὐτοὺς ἐμπαίζοντας ἡμῖν .
ὦν μοι δοκέει , ἐπεὰν τάχιστα νὺξ ἐπέλθῃ , ἐκκαύσαντας τὰ πυρὰ ὡς ἐώθαμεν καὶ ἄλλοτε ποιέειν , τῶν στρατιωτέων τοὺς ἀσθενεστάτους ἐς τὰς ταλαιπωρίας ἐξαπατήσαντας καὶ τοὺς ὄνους πάντας καταδήσαντας ἀπαλλάσσεσθαι , πρὶν ἢ καὶ ἐπὶ τὸν Ἴστρον ἰθῦσαι Σκύθας λύσοντας τὴν γέφυραν , ἢ καί τι Ἴωσι δόξαι τὸ ἡμέας οἷον τε ἔσται ἐξεργάσασθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.