ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαίμονα . τοῖσι δὲ καὶ αὐτοῖσι τοῖσι Σπαρτιήτῃσι κατʼ αὐτὸν τοῦτον τὸν χρόνον συνεπεπτώκεε ἔρις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης ·
τὰς γὰρ Θυρέας ταύτας ἐούσας τῆς Ἀργολίδος μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι . ἦν δὲ καὶ ἡ μέχρι Μαλέων ἡ πρὸς ἑσπέρην Ἀργείων , ἥ τε ἐν τῇ ἠπείρῳ χώρῇ καὶ ἡ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων . βοηθησάντων
δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ , ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι , ὁκότεροι δʼ ἂν περιγένωνται , τούτων εἶναι τὸν χῶρον · τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων , τῶνδε εἵνεκεν ἵνα μὴ παρεόντων τῶν στρατοπέδων ὁρῶντες οἱ ἕτεροι ἑσσουμένους τοὺς σφετέρους ἀπαμύνοιεν . συνθέμενοι
ταῦτα ἀπαλλάσσοντο , λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον . μαχομένων δὲ σφέων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς , Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος , Λακεδαιμονίων δὲ Ὀθρυάδης · ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης . οἱ
μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος , ὁ δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν . ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι . τέως
μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν , λέγοντες οἳ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι , οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας , τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς · τέλος
δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο , πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι . Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς , πρότερον ἐπάναγκες κομῶντες , ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα , μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν , πρὶν Θυρέας ἀνασώσωνται . Λακεδαιμόνιοι
δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον · οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν . τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην , αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων , αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.