ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς , καὶ τάδε ἄλλα ἅμα τοῖσι , κρητῆρας δύο μεγάθεϊ μεγάλους , χρύσεον καὶ ἀργύρεον , τῶν ὁ μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν , ὁ δὲ ἀργύρεος ἐπʼ ἀριστερά .
μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ ὁ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ , ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας , ὁ δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης , χωρέων ἀμφορέας ἑξακοσίους · ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι . φασὶ
δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι , καὶ ἐγὼ δοκέω · οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι . καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε , οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι , καὶ περιρραντήρια δύο ἀνέθηκε , χρύσεόν τε καὶ ἀργύρεον , τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φαμένων εἶναι ἀνάθημα , οὐκ ὀρθῶς λέγοντες · ἔστι
γὰρ καὶ τοῦτο Κροίσου , ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι , τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι . ἀλλʼ ὁ μὲν παῖς , διʼ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ , Λακεδαιμονίων ἐστί , οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον . ἄλλα
τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι ὁ Κροῖσος , καὶ χεύματα ἀργύρεα κυκλοτερέα , καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ , τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι . πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε ὁ Κροῖσος καὶ τὰς ζώνας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.