λέγεται δὲ καὶ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης , μὴ ἀπόλωνται κηδόμενος · αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν .
ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστος εἰμί , Λεωνίδην , ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν , κελεῦσαι σφέας ἀπαλλάσσεσθαι , αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν · μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο , καὶ ἡ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο . ἐκέχρηστο
γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατʼ ἀρχὰς ἐγειρομένου , ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὴν τὸν βασιλέα σφέων ἀπολέσθαι . ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε . ὑμῖν
τε δὴ ἐπιλεγόμενον Λεωνίδην , καὶ βουλόμενον κλέος καταθέσθαι μούνων Σπαρτιητέων , ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους .δʼ , ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο , ἢ1μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι πέρθεται1, ἢ τὸ μὲν οὐχί , ἀφʼ Ἡρακλέους δὲ γενέθλης πενθήσει1βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος . οὐ1γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην1· Ζηνὸς γὰρ ἔχει μένος · οὐδέ ἑ φημί σχήσεσθαι1, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται . ταῦτά1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.