τοῦτον δὴ ὦν τὸν Ἀστυάγεα Κῦρος ἐόντα ἑωυτοῦ μητροπάτορα καταστρεψάμενος ἔσχε διʼ αἰτίην τὴν ἐγὼ ἐν τοῖσι ὀπίσω λόγοισι σημανέω ·
τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ ἔς τε τὰ χρηστήρια ἔπεμπε εἰ στρατεύηται ἐπὶ Πέρσας , καὶ δὴ καὶ ἀπικομένου χρησμοῦ κιβδήλου , ἐλπίσας πρὸς ἑωυτοῦ τὸν χρησμὸν εἶναι , ἐστρατεύετο ἐς τὴν Περσέων μοῖραν . ὡς
δὲ ἀπίκετο ἐπὶ τὸν Ἅλυν ποταμὸν ὁ Κροῖσος , τὸ ἐνθεῦτεν , ὡς μὲν ἐγὼ λέγω , κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατόν , ὡς δὲ ὁ πολλὸς λόγος Ἑλλήνων , Θαλῆς οἱ ὁ Μιλήσιος διεβίβασε . ἀπορέοντος
γὰρ Κροίσου ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ στρατός ( οὐ γὰρ δὴ εἶναι κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτας ) λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῷ στρατοπέδῳ ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ῥέειν , ποιῆσαι δὲ ὧδε · ἄνωθεν
τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν , ἄγοντα μηνοειδέα , ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι , ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων , καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι · ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός , ἀμφοτέρῃ διαβατὸς ἐγένετο , οἳ δὲ
καὶ τὸ παράπαν λέγουσι καὶ τὸ ἀρχαῖον ῥέεθρον ἀποξηρανθῆναι . ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι · κῶς γὰρ ὀπίσω πορευόμενοι διέβησαν αὐτόν ;
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.