ἐπολέμησε Μιλησίοισι , παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός . ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε · ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός , τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν · ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηίου τε καὶ ἀνδρηίου .
ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο , οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὔτε κατέβαλλε οὔτε ἐνεπίμπρη οὔτε θύρας ἀπέσπα , ἔα δὲ κατὰ χώρην ἑστάναι · ὁ δὲ τὰ τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε , ἀπαλλάσσετο ὀπίσω . τῆς
γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον , ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ . τὰς δὲ οἰκίας οὐ κατέβαλλε ὁ Λυδὸς τῶνδε εἵνεκα , ὅκως ἔχοιεν ἐνθεῦτεν ὁρμώμενοι τὴν γῆν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι , αὐτὸς δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.