τῆς δὲ γῆς , τῆς πέρι ὅδε ὁ λόγος ὅρμηται λέγεσθαι , οὐδεὶς οἶδε ἀτρεκέως ὃ τι τὸ κατύπερθε ἐστί · οὐδενὸς γὰρ δὴ αὐτόπτεω εἰδέναι φαμένου δύναμαι πυθέσθαι · οὐδὲ γὰρ οὐδὲ Ἀριστέης , τοῦ περ ὀλίγῳ πρότερον τούτων μνήμην ἐποιεύμην , οὐδὲ οὗτος προσωτέρω Ἰσσηδόνων ἐν αὐτοῖσι τοῖσι ἔπεσι ποιέων ἔφησε ἀπικέσθαι , ἀλλὰ τὰ κατύπερθε ἔλεγε ἀκοῇ , φας Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας .
ἀλλʼ ὅσον μὲν ἡμεῖς ἀτρεκέως ἐπὶ μακρότατον οἷοι τε ἐγενόμεθα ἀκοῇ ἐξικέσθαι , πᾶν εἰρήσεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.