καὶ οὗτοι μὲν βοῇ τε καὶ ὁμίλῳ ἐπήισαν ὡς ἀναρπασόμενοι τοὺς Ἕλληνας · Παυσανίης δέ , ὡς προσέκειτο ἡ ἵππος , πέμψας πρὸς τοὺς Ἀθηναίους ἱππέα λέγει τάδε . ἄνδρες Ἀθηναῖοι , ἀγῶνος μεγίστου προκειμένου ἐλευθέρην εἶναι ἢ δεδουλωμένην τὴν Ἑλλάδα , προδεδόμεθα ὑπὸ τῶν συμμάχων ἡμεῖς τε οἱ Λακεδαιμόνιοι καὶ ὑμεῖς οἱ Ἀθηναῖοι ὑπὸ τὴν παροιχομένην νύκτα διαδράντων .
νῦν ὦν δέδοκται τὸ ἐνθεῦτεν τὸ ποιητέον ἡμῖν · ἀμυνομένους γὰρ τῇ δυνάμεθα ἄριστα περιστέλλειν ἀλλήλους . εἰ μέν νυν ἐς ὑμέας ὅρμησε ἀρχὴν ἡ ἵππος , χρῆν δὴ ἡμέας τε καὶ τοὺς μετʼ ἡμέων τὴν Ἑλλάδα οὐ προδιδόντας Τεγεήτας βοηθέειν ὑμῖν · νῦν δέ , ἐς ἡμέας γὰρ ἅπασα κεχώρηκε , δίκαιοι ἐστὲ ὑμεῖς πρὸς τὴν πιεζομένην μάλιστα τῶν μοιρέων ἀμυνέοντες ἰέναι .
εἰ δʼ ἄρα αὐτοὺς ὑμέας καταλελάβηκε ἀδύνατόν τι βοηθέειν , ὑμεῖς δʼ ἡμῖν τοὺς τοξότας ἀποπέμψαντες χάριν θέσθε . συνοίδαμεν δὲ ὑμῖν ὑπὸ τὸν παρεόντα τόνδε πόλεμον ἐοῦσι πολλὸν προθυμοτάτοισι , ὥστε καὶ ταῦτα ἐσακούειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.